Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.75 Dem. 19.78 (English) >>Dem. 19.81

19.77ἐπειδὴ δʼ ἧκεν εἰς Πύλας, οἱ Λακεδαιμόνιοι δʼ αἰσθόμενοι τὴν ἐνέδραν ὑπεχώρησαν, τοῦτον αὖ προκαθῆκεν ἐξαπατᾶν ὑμᾶς, ἵνα μὴ πάλιν, ὑμῶν αἰσθομένων ὅτι Θηβαίοις τὰ πράγματα πράττει, εἰς χρόνους καὶ πόλεμον καὶ τριβὴν ἐμπέσῃ, τῶν μὲν Φωκέων ἀμυνομένων, ὑμῶν δὲ βοηθούντων, ἀλλʼ ἀκονιτεὶ πάνθʼ ὑφʼ ἑαυτῷ ποιήσηται· ὅπερ καὶ γέγονεν. μὴ οὖν ὅτι καὶ Λακεδαιμονίους καὶ Φωκέας ἐξηπάτησε Φίλιππος, διὰ ταῦθʼ ὧν ὑμᾶς οὗτος ἐξηπάτησε μὴ δότω δίκην· οὐ γὰρ δίκαιον.

19.78ἂν τοίνυν ἀντὶ Φωκέων καὶ Πυλῶν καὶ τῶν ἄλλων τῶν ἀπολωλότων Χερρόνησος ὡς περίεστι τῇ πόλει λέγῃ, πρὸς Διὸς καὶ θεῶν μὴ ἀποδέξησθʼ, ἄνδρες δικασταί, μηδʼ ὑπομείνητε, πρὸς οἷς ἐκ τῆς πρεσβείας ἠδίκησθε, καὶ ἐκ τῆς ἀπολογίας ὄνειδος προσκατασκευασθῆναι τῇ πόλει, ὡς ἄρʼ ὑμεῖς τῶν ἰδίων τι κτημάτων ὑπεξαιρούμενοι τὴν τῶν συμμάχων σωτηρίαν προήκασθε. οὐ γὰρ ἐποιήσατε τοῦτο, ἀλλʼ ἤδη τῆς εἰρήνης γεγονυίας καὶ τῆς Χερρονήσου σῴας οὔσης τέτταρας μῆνας ὅλους ἐσῴζονθʼ οἱ Φωκεῖς τοὺς ὕστερον, δὲ τούτου ψευδολογία μετὰ ταῦθʼ ὕστερον αὐτοὺς ἀπώλεσεν, ἐξαπατήσασʼ ὑμᾶς. 19.79εἶτα καὶ νῦν ἐν μείζονι κινδύνῳ τὴν Χερρόνησον οὖσαν εὑρήσετʼ τότε. πότερον γὰρ εὐπορώτερον ἂν δίκην ἔδωκε Φίλιππος ἐξαμαρτὼν εἰς αὐτὴν πρὶν τούτων τι τῆς πόλεως προλαβεῖν, νυνί; ἐγὼ μὲν οἶμαι, τότε πολλῷ. τίς οὖν ταύτης περιουσία, τῶν φόβων ἀφῃρημένων καὶ τῶν κινδύνων τῶν τοῦ βουληθέντος ἂν αὐτὴν ἀδικῆσαι;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.75 Dem. 19.78 (English) >>Dem. 19.81

Powered by PhiloLogic